Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.169 Joseph. AJ 3.174 (English) >>Joseph. AJ 3.178

3.172

Πῖλον δὲ ἦν καὶ πρότερον αὐτῷ παραπλησίως εἰργασμένος τοῖς πᾶσιν ἱερεῦσιν, ὑπʼ αὐτὸν δὲ συνερραμμένος ἕτερος ἐξ ὑακίνθου πεποικιλμένος περιέρχεται στέφανος χρύσεος ἐπὶ τριστιχίαν κεχαλκευμένος. θάλλει δʼ ἐπʼ αὐτῷ κάλυξ χρύσεος τῇ σακχάρῳ βοτάνῃ παρʼ ἡμῖν λεγομένῃ ἀπομεμιμημένος, ὑὸς δὲ κύαμον Ἑλλήνων οἱ περὶ τομὰς ῥιζῶν ἐμπείρως ἔχοντες προσαγορεύουσιν. 3.173εἰ δέ τις θεασάμενος τὴν βοτάνην ἀμαθίᾳ τούτου ἀγνοεῖ τὴν φύσιν αὐτῆς τὴν κλῆσιν ἐπιστάμενος οὐκ ἰδὼν δʼ ἀναγνωρίσειε, τοῖς οὕτω δὴ ἔχουσι σημανῶ τὸν τρόπον· 3.174βοτάνη μέν ἐστιν ὑπὲρ τρεῖς σπιθαμὰς πολλάκις αὐξανομένη τὸ ὕψος, τὴν δὲ ῥίζαν ἐμφερὴς βουνιάδι, ταύτῃ γὰρ οὐκ ἂν ἁμάρτοι τις εἰκάζων αὐτήν, τὰ δὲ φύλλα τοῖς εὐζώμων· ἐκ μέντοι τῶν κλάδων ἀνίησι κάλυκα προσεχῆ τῷ κλωνί, περίεισι δʼ αὐτὴν ἔλυτρον, ὅπερ ἀποκρίνεται κατʼ αὐτὸ πρὸς τὸν καρπὸν μεταβαλεῖν ἠργμένης· δὲ κάλυξ μεγέθους ἐστὶ σκυταλίδος τοῦ μικροῦ δακτύλου, κρατῆρι δʼ ἐμφερὴς τὴν περιγραφήν. σημανῶ δὲ καὶ τοῦτο τοῖς οὐ μεμαθηκόσι· 3.175σφαιρίδος εἰς δύο τετμημένης περὶ τῷ πυθμένι τὴν ἑτέραν τομὴν ἔχει φυόμενος ἀπὸ ῥίζης περιφερής· εἶτα συνιὼν κατʼ ὀλίγον ὑποκοιλαινούσης εὐπρεπῶς τῆς ὑποχωρήσεως ἀνευρύνεται πάλιν ἠρέμα κατὰ χεῖλος, ὁμοίως ὀμφαλῷ ῥοιᾶς τετμημένος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.169 Joseph. AJ 3.174 (English) >>Joseph. AJ 3.178

Powered by PhiloLogic